Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.142 Joseph. AJ 17.146 (English) >>Joseph. AJ 17.150

17.144 δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει, ἕτερον δʼ οὐδένα προυτίθει. Ἡρώδης δὲ περιαλγῶν ὥρμησεν μὲν πέμπειν ἐπὶ Ῥώμης τὸν υἱὸν ὡς Καίσαρα λόγον ὑφέξοντα τῶν ἐπὶ τοῖσδε βουλευμάτων, 17.145ἔπειτα δείσας, μὴ καὶ βοηθείᾳ φίλων εὑρίσκοιτο τοῦ κινδύνου διαφυγάς, αὐτὸν μὲν δέσμιον ὡς καὶ πρότερον ἐφύλασσεν, αὖθις δὲ πρέσβεις ἐξέπεμπε καὶ γράμματα ἐπὶ κατηγορίᾳ τοῦ υἱέος ὁπόσα τε Ἀκμὴ συγκακουργήσειεν αὐτῷ καὶ ἀντίγραφα τῶν ἐπιστολῶν. 17.146

Καὶ οἱ μὲν πρέσβεις ἐπὶ τῆς Ῥώμης ἠπείγοντο ὁπόσα τε ἀνακρινομένους δεήσοι λέγειν προσεκδιδαχθέντες καὶ τὰ γράμματα φέροντες· εἰς νόσον δὲ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδοὺς μίσει τῷ τε πρὸς τὸν Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν, Καίσαρί τε ταλάντων χιλίων καὶ γυναικὶ Ἰουλίᾳ τῇ Καίσαρος καὶ τέκνοις καὶ φίλοις καὶ ἀπελευθέροις Καίσαρος πεντακοσίων. 17.147ἔνεμε δὲ καὶ τοῖς υἱέσιν χρήματα καὶ προσόδους καὶ ἀγροὺς καὶ υἱέσι τοῖς ἐκείνων, Σαλώμην δὲ ἐπὶ μέγα ἐπλούτιζεν τὴν ἀδελφὴν εὔνουν τε αὐτῷ ἐπὶ πᾶσιν διαμεμενηκυῖαν καὶ μηδαμόθι θρασυνομένην κακουργεῖν. 17.148ἀπεγνωκὼς δὲ περιοίσειν, καὶ γὰρ περὶ ἔτος ἑβδομηκοστὸν ἦν, ἐξηγρίωσεν ἀκράτῳ τῇ ὀργῇ καὶ πικρίᾳ εἰς πάντα χρώμενος· αἴτιον δὲ ἦν δόξα τοῦ καταφρονεῖσθαι καὶ ἡδονῇ τὰς τύχας αὐτοῦ τὸ ἔθνος φέρειν· ἄλλως τʼ ἐπειδή τινες τῶν δημοτικωτέρων ἀνθρώπων καὶ ἐπανέστησαν αὐτῷ διὰ τοιαύτην αἰτίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.142 Joseph. AJ 17.146 (English) >>Joseph. AJ 17.150

Powered by PhiloLogic